En hymn till hymnerna
Efter utgivningen av Ronsards.
Ἐις ὕμνους Ῥωνσάρδου σαπφικά.
ἸΩΆΝΝΟΥ ΑὐΡΆΤΟΥ ΠΡῸΣ ὌΔΗΤΟΝ ΚΑΣΤΙΛΙΟΝΈΑ.
Εἰς νέους ὕμνους, νέον ὕμνον ᾄδω,
χείρ γε τὴν χεῖρ’· ὡς φθονερῶν ἐρεῖ τις
Ἀνέρων ἴσως· πόδα πούς τε νίπτων
Ἀλλ’ ὅτι θυμῷ
Οἱ φίλον φάσθω κατ’ ἐμοῦ φθόνος, καὶ
Φὰς ἔπειθ’ ὥς ἄξιος ἐκραγείη.
Σοὶ δ’ ἔγωγ’ ἔμπης, σὺ δ’ ἐμοὶ φιλοῦν τε
Φίλτατος εἴης.
Ὡϛ κόραξ γὰρ που κόρακός τις ἐχθροῦ
Ἐχθρὸς ὢν τίλλει πτέρ’, ἄκοσμα κρώζων·
Ὥδε καὶ τέττιγί τις ἐστὶ τέττιξ
ὃν πεφίληκε.
Ἔστι κἀοιδός τις ἀνὴρ ἀοιδῷ
Ἀνδρὶ φιλτρον δ’ γλυκὺ, καὶ τὰ τερπνὰ
Φίλτατ’, οὔδ’ ὡς τέκτονι πᾶς ὁ τέκτων
Ἐν Φρεσὶ πέπτει
Τὸν φθόνον, κᾀν τοῖσι σοφοῖς πέφυκε
ταὐτὸ τἀχρεῖον πὰθος ἐντακῆναι·
Πολλὰ δὲ ψεύδονται ὁμῶς ἅπαντες
Ἄνδρες ἀοιδοί.
Ὦ φίλη Μοῦσ’, ἀλλὰ σὺ νῦν ἔλεγξον
Ψεῦδος Ἀσκραῖον.δὸς ἐμοὶ δὲ καλὰ
Αἰὲν αὐτὸν μὲν γε ποεῖν, προύντων δ’
Ἄμφι κάλ’ εἰπεῖν.
ὅιον ὁ Ῥώνσαρδος ὁ Θρᾷξ ἅτ’ Ὀρφεὺς
τὰς πέτρας ἕλκων ποτε καὶ τὰ δένδρα
Ὥν μελῶν κηληδόσι,.καὐτὸς ἕλκει
ὄυατα κελτῶν.
Ἄλλοτ’ ἀλλ’ ἐμβὰς τὰ κέλευθα Μουσῶν.
Εὑρέ’· οὶ γὰρ πὰντῃ ἀμάξιτός τε
τῶν ἀοιδάων ἄτραπος πέτασαι
Ἔνθα καὶ ἔνθα,
Εἴτε τῶν τερπνῶν ὀάρων ἔρωτος
Ζεύγνυσι πρὸς πλήκτρα μελύδριόν τι,
Εἴτε τῶν ἀνδρῶν ἀρετὰς γεραίρει
Πηκτιδι σεμνῇ.
Νῦν δὲ καὐτὴν τὴν φύσιν οἷα μέλπειν
Ἄρχετου, τά τ’ ἐκ φύσεως ἅπαντα;
Τούς θεοὺς, τοὺς δαίμονας, οὐρανὸν, γῆν,
καὶ τὰ μετ’ ἀμφοῖν,
Καὶ, βίον καὶ τὸν θάγατον, δίκην τε
Τοῦ Διὸς τὴν πρεσβυτάτην θύγατρα,
Χρυσὸν ἀυτὸν, μυρία θ’ ὅσσα τἆλλα
Λυγρὰ καὶ ἐσθλάς
Σὺν γὰρ ἀεὶ κίρναται ἐσθλὰ λυγροῖς
Ζεὺς πατὲρ ἀνθρώποις, ὁ σοφὸς δὲ καὶ τὰ
Καὶ τὰ γινώσκει, διὰ δ’ ἐσθλὰ κρίνας
Θάτερα φεύγει.
Ὧν Χάρις πολλὴ μὲν ὀφείλε θ’ ὕμνων
Τῷ γε ποιητῇ, μεγάλη δ’ ὌΔΗΤΕ
Μουσάναξ καὶ σοί· σὺ γὰρ εἶ πατὴρ ὥς
Ἐσθλὸς ἀοιδοῖς.
Ἀξίοις δῶρ’ ἄξια δούς τε τιμὴν
Αὐτὸς, οὐ μὴν ἀλλὰ καὶ ἄλλα πλείω
Προτρέπων δοῦναι βασιλῆ’ ἄριστον
Ἦμαρ ἐπ’ Ἦμαρ.
Φασὶ δ’ ἀνδρῶν οἱ σοφίᾳ κράτιστοι,
Ὡς τεχνῶν θρέπτειρα πέφυκε τιμή·
Ἐκ Διὸς δ’ ὡς τοῖς βασιλεῦσι τιμαὶ,
Κᾀκ βασιλήων
Τοῖς σοφοῖς Μουσῶν θεράπουσι, φημῆς
τῆς σφέων κηρύκεσσιν ὀξυφώνοις
Οὖσι, καὶ τὴνων ἀρεταῖς διδοῦσιν
Ἦμαρ ἄπειρον.
Οὐ μόνοις δ’ ἀυτοῖς βασιλεῦσιν αἰών
Ἔκ γε Μουσάων ἀπέραντος ἕρπει·
Ἀλλὰ καὶ τοῖς προξενέουσιν αὐτὰς
Τοῖς βασιλεῦσιν.
Ὧν σ’ ἐνὶ πρώτοισιν, ὌΔΗΤΕ, καὶ σὸν
ὄυνον’ αἰείμνησον, ἀνεξάλειπτον,
Χαλκέοις δελτοῖς νέον ἐγγέγραπται
Σοῦ δι’ ἀοιδοῦ.